Ezekiel 48

1καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ημαθ αὐλῆς τοῦ Αιναν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος ημαθ αὐλῆς, Καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν, μία. 2καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ασηρ, μία. 3καὶ ἀπὸ τῶν ὁρίων Ασηρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλιμ, μία. 4καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλι ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Μανασση, μία. 5καὶ ἀπὸ τῶν ὁρίων Μανασση ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Εφραιμ, μία. 6καὶ ἀπὸ τῶν ὁρίων Εφραιμ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβην, μία. 7καὶ ἀπὸ τῶν ὁρίων Ρουβην ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ιουδα, μία. 8καὶ ἀπὸ τῶν ὁρίων Ιουδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, Καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν· 9ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες. 10τούτων ἔσται ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσιν, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ· 11τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδουκ τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται, 12καὶ ἔσται αὐτοῖς ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν. 13τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες. 14οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ. 15τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται πόλις ἐν μέσῳ αὐτοῦ. 16καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους· 17καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα. 18καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν, καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν· 19οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ισραηλ. 20πᾶσα ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως. 21τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αυτης 22καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται· ἀνὰ μέσον τῶν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμιν τῶν ἀφηγουμένων ἔσται. 23Καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμιν, μία. 24καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμιν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεων, μία. 25καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ισσαχαρ, μία. 26καὶ ἀπὸ τῶν ὁρίων τῶν Ισσαχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλων, μία. 27καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γαδ, μία. 28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γαδ ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης. 29αὕτη γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Ισραηλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει κύριος θεός. 30καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι Καὶ πεντακόσιοι μέτρῳ. 31καὶ αἱ πύλαι τῆς πόλεως ἐπ' ὀνόμασιν φυλῶν τοῦ Ισραηλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία. 32καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία. 33καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία. 34καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία. 35κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ' ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.
Copyright information for LXX